Ancient Greek
Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λݲδݲ., Chapter 15
Epiphanius, Panarion (Adversus haereses) 15.6-2
Not analysed yet
οὕτως τε διὰ τῶν δέκα ὀνομάτων τοὺς δέκα Αἰῶνας μεμηνυκέναι. τῆς δὲ δωδεκάδος οὕτως ἐξεικονίσθαι παρ᾿ αὐτῷ τὴν δύναμιν· ἥλιον γὰρ λέγειν καὶ σελήνην, ἀστέρας τε καὶ καιρούς, ἐνιαυτούς τε καὶ κήτη, ἔτι <ἔτι τε> ἰχθύας καὶ ἑρπετά, πετεινά τε καὶ τετράποδα, θηρία τε καὶ ἐπὶ πᾶσι τούτοις δωδέκατον τὸν ἄνθρωπον. οὕτως ὑπὸ τοῦ πνεύματος τὴν τριακοντάδα διὰ Μωυσέως εἰρῆσθαι διδάσκουσιν.