Ancient Greek
15.7 to 15.8
Epiphanius, Panarion (Adversus haereses) 15.7-2-8
Not analysed yet
ἀλλὰ μὴν καὶ τὸν πλαστὸν ἄνθρωπον κατ᾿ εἰκόνα τὴς ἄνω δυνάμεως ἔχειν ἐν αὑτῷ τὴν ἀπὸ τῆς μιᾶς πηγῆς δύναμιν ἱδρῦσθαι δὲ ταύτην ἐν τῷ κατὰ τὸν ἐγκέφραλον τόπῳ), ἀφ᾿ ἧς ἀπορρεῖν δυνάμεις τέσσαρας κατ’ εἰκόνα τῆς ἄνω τετράδος καλουμένας, τὴν μὲν ὅρασιν, τὴν δὲ ἀκοήν, τὴν δὲ τρίτην ὄσφρησιν καὶ τὴν τετάρτην γεῦσιν. τὴν δὲ ὀγδοάδα φασὶν μηνύεσθαι διὰ τοῦ ἀνθρώπου οὕτως· ἀκοὰς μὲν δύο ἔχοντος καὶ τοσαύτας ὁράσεις, ἔτι τε ὀσφρήσεις δύο καὶ διπλῆν γεῦσιν, πικροῦ τε καὶ γλυκέος.