Ancient Greek
15.7 to 15.8
Epiphanius, Panarion (Adversus haereses) 15.7-3-8
Not analysed yet
αὕτη γὰρ καὶ ἡ τῶν Κυϊντιλλιανῶν αἵρεσις τοῦτο ἐπιτελεῖ. ἀφθόρου γὰρ παιδὸς κατακεντᾷ τὸ σῶμα καὶ τὸ αἷμα πρὸς μετάληψιν ἀποφέρεται, *δῆθεν τοῦτο εἰς μυσταγωγίαν ὀνόματος Χριστοῦ, τοὺς ἠπατημένους πλανήσασα. ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς ἐν δυνάμει Χριστοῦ προερχόμενοι τὴν αὐτοῦ ἀλήθειαν ἐπικαλεσώμεθα, ὅπως ἑκάστης πλάνης ἰχνηλατήσαντες τὴν δύναμιν, φωράσαντές τε καὶ ἐλέγξαντες θεῷ ἐν ἅπασι συνήθως εὐχαριστήσωμεν. |