Ancient Greek
16.1 to 16.8
Epiphanius, Panarion (Adversus haereses) 16.1-4-8
Not analysed yet
16. Ἥλιον δὲ πάλιν, τὸν μέγαν φωστῆρα, ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι διὰ τὸν τῆς τετράδος ἀριθμὸν φάσκουσι. τῆς τε σκηνῆς τῆς ὑπὸ Μωυσέως κατασκευαθείσης αἶ αὐλαὶ ἐκι βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου γεγονυῖαι τὴν αὐτὴν παρ᾿ αὐτοῖς ἐπέδειξαν εἰκόνα. τόν τε τοῦ ἱερέως ποδήρη, τέσσαρσι στοιχείοις λίθων πολυτελῶν κεκοσμημένον, τὴν τετράδα σημαίνειν διορίζονται· καὶ εἴ τινα <ὅλως> τοιαῦτα ἐν ταῖς γραφαῖς εἰς τὸν τῶν τεσσάρων δυνάμενα ἄγεσθαι ἀριθμόν, διὰ τὴν τετρακτὺν αὐτῶν φασι γεγονέναι. τὴν δὲ ὀγδοάδα πάλιν δείκνυσθαι οὕτως· ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν πεΠλάσθαι λέγουσι τὸν ἄνθρωπον· ποτὲ μὲν γὰρ αὐτὸν τῇ ἕκτῳ βούλονται γεγονέναι, ποτὲ δὲ >τῇ ὀγδόῃ, εἰ μή τι τὸν μὲν χοϊκὸν ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν ἐροῦσι πεπλάσθαι, τὸν δὲ σαρ- κικὸν ἐν τῇ ὀγδόῃ· διέσταλται γὰρ ταῦτα παρ᾿ αὐτοῖς. ἔνιοι δὲ <καὶ> ἄλλον <εἶναι> θέλουσι τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονότα ἀρσενόθηλυν ἄνθρωπον καὶ τοῦτον εἲναι τὸν πνευματικόν, ἄλλον δὲ τὸν ἐκ τῆς Τῆς πλασθέντα. Καὶ τὴν τῆς κιβωτοῦ δὲ οἰκονομίαν ἐν τῷ κατακλυσμῷ, ἐν ᾗ ὀκτὼ ἄνθρωποι διεσώθησαν, φανερώτατά φασι τὴν σωτήριον ὀγδοάδα μηνύνειν. τὸ αὐτὸ δὲ καὶ τὸν Δαυίδ, ὄγδοον ὄντα τῇ γενέσει τῶν ἀδελφῶν αὐτοῦ, σημαινειν. ετι μην καὶ την περιτομην, οκταημερον γινομενην, το περιτμημα τῆς ἄνω ὀγδοάδος δηλοῦν. καὶ ἁΠλῶς ὅσα εὑρίσκεται ἐν ταῖς γραφαῖς ὑπάγεσθαι δυνάμενα εἰς τὸ ἀριθμὸν τῶν ὀκτὼ τὸ μυστήριον τῆς ὀγδοάδος ἐκπληροῦν λέγουσιν. ἀλλὰ καὶ τὴν δεκάδα σημαίνεσθαι διὰ τῶν δέκα ἐθνῶν, ὧι ἐπηγγείλατο ὁ θεὸς τῷ Ἀβραὰμ εἰς κατάσχεσιν δοῦναι, λέγουσι,. καὶ τὴν >Σάρραν δὲ οἰκονομίαν, ὡς μετὰ ἔτη δέκα δίδωσιν αὐτῷ τὴν ἑαυτῆς δούλην Ἄγαρ, ἵνα ἐξ αὐτῆς τεκνοποιήσηται, τὸ αὐτὸ δηλοῦν.