Ancient Greek
Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λݲδݲ., Chapter 16
Epiphanius, Panarion (Adversus haereses) 16.9-2
Not analysed yet
καὶ ὁ δοῦλος δὲ ὁ >Ἀβραὰμ πεμφθεὶς ἐπὶ Ῥεβέκκαν καὶ ἐπὶ τῷ φρέατι διδοὺς αὐτῇ ψέλια χρυσῶν δέκα, καὶ οἱ ἀδελφοὶ αὐτῆς κατέχοντες αὐτὴν ἐπὶ δέκα ἡμέρας, ἔτι τε Ῥοβοάμ ὁ τὰ δέκα σκῆπτρα λαμβάνων καὶ τῆς σκηνῆς αἶ δέκα αὐλαὶ καὶ οἱ στῦλοι οἱ δεκαπήχεις καὶ οἱ δέκα υἱοὶ Ἰακὼβ ἐπὶ τὴν ὠνὴν τοῦ σίτου τὸ πρῶτον εἰς Αἴγυπτον πεμφθέντες καὶ οἱ δέκα ἀπόστολοι, οἷς φανεροῦται μετὰ τὴν ἔγερσιν ὁ κύριος, τοῦ Θωμᾶ μὴ παρόντος, τὴν ἀόρατον διετύπουν κατ᾿ αὐτοὺς δεκάδα.