Ancient Greek
17.1 to 17.3
Epiphanius, Panarion (Adversus haereses) 17.1-3
Not analysed yet
17. Τί δὲ ἕτερον εἴποιμι; ἢ πῶς ἀποσείσομαι τὸν πηλώδη τοῦτον πόνον, βουλόμενος μὲν εἰπεῖν καὶ μr̀ι βουλόμενος, ἀναγκαζόμενος δέ, ἴνα μὴ δόξω τι τῶν ὄντων παρακρύπτειν, καὶ φοβούμενος ἵνα μὴ ἀποκαλύπτων τὰ δεινὰ αὐτῶν ἢ χράνω ἢ πλήξω ἢ εἰς τὸ περιερ- γάσασθαι περὶ τούτου τοὺς ἀπαγομένους ἡδοναῖς καὶ ἐπιθυμίαις ἐπο- τρύνω. ὅμως ἐγὼ μὲν ἀθῷος εἴην καὶ πᾶσα ἡ τῆς ἁγίας καθολικῆς ἐκκλησίας †ἐλπὶς καὶ πάντες οἱ τούτῳ τῷ γράμματι ἐντυγχάνοντες ἀπὸ τῆς τοιαύτης τοῦ διαβόλου ὑποσπορᾶς καὶ κακομηχανίαις· ἐὰν γὰρ <ἀνα>λάβω λέγειν τὰ ἄλλα τὰ παρ' αὐτοῖς λεγόμενα καὶ γινόμενα ὅσα ἐστὶ τοιαῦτα καὶ τοσαῦτα, καὶ τούτων ἔτι μείζονα καὶ †ἐλάττω, θελήσω δὲ καὶ ὡς φάρμακον ἰάσεως ἀλεξητήριον ἀντιδότων δίκην πρὸς ἑκάστην λέξιν ἀντιθεῖναι, εἰς πολὺν ὄγκον ἐλάσω τῆς συντάξεως τὴν πραγματείαν.