Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 17
Epiphanius, Panarion (Adversus haereses) 17.4
Not analysed yet
ταύτῃ γὰρ τῇ αἱρέσει, ἐπιπόθητοι, καὶ αὐτὸς περιέτυχον, ἐκ στόματος δὲ τῶν ταύτην ἐπιχειρούντων φύσει αὐτὰ αὐτοπροσώπως ἐνηχήθην· γυναῖκες δὲ οὕτως ἠπατημέναι οὐ μόνον τὴν λαλιὰν ταύτην ἡμῖν προέτειναν καὶ τὰ τοιαῦτα ἡμῖν ἀπεκάλυψαν, ἀλλὰ καὶ κατὰ τὴν Αἰγυπτίαν ἐκείνην τὴν τοῦ ἀρχιμαγείρου τὴν ἀλετήριον καὶ μοχθηρὰν καὶ αὐται χρυσογλώττῳ τόλμῃ κατασπάσαι ἡμᾶς ἐν τῇ νέᾳ ἡμῶν ἡλικίᾳ ὀρεχθεῖσαι ἐπεχείρουν.