Ancient Greek
Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λݲδݲ., Chapter 17
Epiphanius, Panarion (Adversus haereses) 17.2
Not analysed yet
κεῖσθαι λέγουσιν, ὡς τοὺς δώδεκα υἱοὺς τοῦ Ἰακώβ, ἐξ ὧν καὶ <αἱ> δώδεκα φυλαί, καὶ τὸ λόγιον τὸ δώδεκα ἔχον λίθους καὶ τοὺς δώδεκα κώδωνας καὶ τοὺς ὑπὸ Μωυσέως τεθέντας υπὸ τὸ ὄρος δώδεκα λίθους, ὡσαύτως δὲ καὶ τοὺς ὑπὸ Ἰησοῦ ἐν τῷ ποταμῷ καὶ ἄλλους εἰς τὸ πέραν, καὶ τοὺς βαστάζοντας τὴν κιβωτὸν τῆς διαθήκης καὶ τοὺς ὑπὸ Ἠλία πεθειμένους ἐν τῇ ὁλοκαυτώσει τοῦ μόσχου καὶ τὸν ἀριθμὸν δὲ τῶν ἀποστόλων καὶ πάντα ἁπλῶς ὄσα τὸν δωδέκατον ἀριθμὸν διασῴζει τὴν δωδεκάδα αὐτῶν χαρακτηρίζειν λέγουσι.