Ancient Greek
Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λݲδݲ., Chapter 17
Epiphanius, Panarion (Adversus haereses) 17.3
Not analysed yet
τὴν δὲ τούτων πάντων ἕνωσιν ὀνομαζομένην τριακοντάδα διὰ τῆς τριάκοντα πηχῶν τὸ ὕψος ἐπὶ Νῶε κιβωτοῦ καὶ διὰ Σαμουὴλ κατακλίναντος τὸν Σαοὺλ ἐν τοῖς τριάκοντα κλητοῖς πρῶτον καὶ διὰ Δαυίδ, ὅτε ἐπὶ τριάκοντα ἡμέραις ἐκρύβετο ἐν τῷ ἀγρῷ, καὶ διὰ τῶν συνεισελθόντων αὐτῷ εἰς τὸ σπήλαιον λ καὶ διὰ τοῦ τὸ μῆκος γίνεσθαι τῆς ἁγίας σκηνῆς τριάκοντα πηχῶν, καὶ εἴ τινα ἄλλα ἰσάριθμα τούτοις εὑρίσκουσι, τὴν τριακοντάδα αὐτῶν διὰ τῶν τοιούτων ἐπιδεικνύναι φιλεριστοῦσιν.