Ancient Greek
17.5 to 17.8
Epiphanius, Panarion (Adversus haereses) 17.5-2-8
Not analysed yet
ἤδη δέ μοι καὶ ἀνωτέρω προδεδήλωται ὡς ταῦτα μὲν Ἐβίων οὐκ ᾔδει, μετὰ καιρὸν δὲ οἱ ἀπ᾿ αὐτοῦ συναφθέντες τῷ Ἠλξαῒ ἐσχήκασι μὲν τοῦ Ἐβίωνος τὴν περιτομὴν καὶ τὸ σάββατον καὶ τὰ ἔθη, τοῦ δὲ Ἠλξαῒ τὴν φαντασίαν, ὥστε νομίζειν μὲν τὸν Χριστὸν εἶναί τι ἀνδροείκελον ἐκτύπωμα ἀόρατον ἀνθρώ- ποις, μιλίων ἐνενήκοντα ἓξ τὸ μῆκος, δῆθεν σχοίνων εἴκοσι τεσσάρων, τὸ δὲ πλάτος σχοίνων ἕξ, μιλίων εἴκοσι τεσσάρων, τὸ πάχος δὲ κατὰ μέτρησιν ἄλλην τινά. ἀντικρὺ δὲ αὐτοῦ ἑστάναι καὶ τὸ ἅγιον πνεῦμα ἐν εἴδει θηλείας ἀοράτως, καὶ τὸ] αὐτὸ τοῦ αὐτοῦ μέτρου. καὶ πόθεν, φησίν, ἔγνων τὰ μέτρα; ἐπειδή, φησίν, εἶδον ἀπὸ τῶν ὀρέων ὅτι αἱ κεφαλαὶ ἔφθανον αὐτῶν, καὶ τὸ μέτρον τοῦ ὄρους καταμαθὼν ἔγνων Χριστοῦ τε καὶ τοῦ ἁγίου πνεύματος τὰ μέτρα. «ἤδη δέ μοι περὶ τούτων εἴρηται ἐν τῇ κατὰ Ὀσσαίων αἱρέσει. ἐν παρεξόδῳ δὲ ταῦτα πεποίημαι νῦν, ἵνα μὴ τὰ παρ᾿ ἑκάστῳ ἔθνει τε καὶ αἱρέσει 10 ὄντα, εὑρισκόμενα δὲ καὶ παρ᾿ ἑτέροις, νομισθείη κατὰ λήθην ὑφ ἡμῶν μὴ εἰρῆσθαι.