Ancient Greek
18.1 to 18.3
Epiphanius, Panarion (Adversus haereses) 18.1-2-3
Not analysed yet
18. Οὑτος μὲν οὐν ὁ Ἐβίων καὶ αὐτὸς ἐν τῇ Ἀσίᾳ ἴσχεν τὸ κήρυγμα καὶ Ῥώμῆ, τὰς δὲ ῥίζας τῶι, ἀκανθωδῶν παραφυάδων ἔχουσιν ἀπό τε τῆς Ναβαταίας καὶ Πανεάδος τὸ πλεῖστον, Μωαβίτιδός τε καὶ Κωκάβων ἐν τῇ Βασανίτιδι γῇ ἐπέκεινα Ἀδραῶν, ἀλλὰ καὶ ἐν τῇ Κύπρῳ. ἀναγκάζουσι δὲ καὶ παρ᾿ ἡλικίαν ἐκγαμίζουσι τοὺς νέους, ἐξ ἐπιτροπῆς δῆθεν τῶν παρ᾿ αὐτοῖς διδασκάλων πρεσβυτέρους γὰρ οὑτοι ἔχουσι καὶ ἀρχισυναγώγους, συναγωγὴν δὲ καλοῦσι τὴν ἑαυτῶν ἐκκλησίαν καὶ οὐχὶ ἐκκλησίαν, τῷ Χριστοῦ δὲ ὀνόματι μόνον σεμνύνονται) καὶ οὐ μόνον ἑνὶ τῷ γάμῳ ἐπιτρέπουσι τὰς συναφείας ποιεῖσθαι, ἀλλ᾿ εἰ καὶ θελήσειέν τις τοῦ πρώτου γάμου διαζεύγνυσθαι, ἑτέρῳ δὲ συνάπτεσθαι, ἐπιτρέπουσιν —πάντα γὰρ παρ᾿ αὐτοῖς ἀδεῶς ἐφίεται —ἄχρι καὶ δευτέρου καὶ τρίτου καὶ ἑβδόμου γάμου.