Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 17
Epiphanius, Panarion (Adversus haereses) 17.8
Not analysed yet
ἑξῆς λοιπὸν μετὰ τὸ ἐλθεῖν αὐτὸν εἰς Καφαρναοὺμ καὶ ἀνελθεῖν λάλιν εἰς Ναζαρὲτ κἀκεῖθεν πάλιν εἰς Καφαρναοὺμ καὶ ποιῆσαι μέρος τι τῶν σημείων, ἀνῆλθεν πάλιν εἰς Ναζαρὲτ καὶ ἀνέγνω τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, ὅπου λέγει »πνεῦμα κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχριςέν με εὐαγγελίσασθαι πτωχοῖς« καὶ τὰ ἑξῆς. ἦν δὲ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων τοῦτο γινόμενον μετὰ ἡμέρας τινάς.