Ancient Greek
17.9 to 17.11
Epiphanius, Panarion (Adversus haereses) 17.9-2-11
Not analysed yet
καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην κατελθὼν πάλιν εἰς Καφαρναοὺμ λοιπὸν κατῴκησεν, ὅτε ἡ τελεία κλῆσις τῶν περὶ Πέτρον καὶ Ἰωάννην γεγένηται, ἐλθόντος αὐτοῦ παρὰ τὴν λίμνην Γεννησαρέθ. καὶ οὕτως ἡ πᾶσα ἀκολουθία ἀναλογῖται, οὐδενὸς ἀντιθέτου ὑπάρχοντος, ἀλλὰ πάσης τῆς τῶν εὐαγγελίων πραγματείας τηλαυγεστάτης οὔσης καὶ ἐν ἀληθείᾳ κεκηρυγμένης. Τί οὖν ἔδοξε τούτοις <τοῖς> τὸν ἴδιον νοῦν ἀπατήσασι καὶ τὴν αἵρεσιν δικαίως γὰρ ἄλογον τὴν αὐτῶν αἵρεσιν κακλήκαμεν διὰ τὸ μὴ δέχεσθαι αὐτοὺ τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον τὸν διὰ Ἰωάννουκεκηρυγμένον. μὴ νοοῦντες γὰρ τὴν δύναμιν τῶν εὐαγγελίων φαςί· πῶς οἱ ἄλλοι εὐαγγελισταὶ εἰρήκασιν ὅτι φυγὰς ᾤχετο ἀπὸ προσώπου Ἡρῴδου ὁ Ἰησοῦς εἰς Αἴγυπτον καὶ μετὰ τὴν φυγὴν ἐλθὼν κατέμεινεν εἰς Ναζαρέτ, εἶτα λαβὼν τὸ βάπτισμα ἀπῆλθεν εἰς τὴν ἔρημον καὶ μετὰ τοῦτα ἀνέκαμψε καὶ μετὰ τὸ ἀνακάμψαι ἤρξατο κηρύττειν.