Ancient Greek
18.1 to 18.2
Epiphanius, Panarion (Adversus haereses) 18.1-2
Not analysed yet
18. Μνημονεύσας δέ τις τῆς ἄνω ἡμῶν ὑποσχέσεως τάχα καὶ ἐπαινέσειεν, ὡς ἡμῶν προαγγειλάντων ὅτι τισὶν αὐτῶν παρετύχομεν, τινὰ δὲ διὰ συγγραμμάτων σγνώκαμεν, τινὰ δὲ δι’ ἐνηχήσεών τε καὶ μαρτυριῶν ἀξιοπίστων ἀνδρῶν δυναμένων ἡμῖν τὴν ἀλήθειαν ὑπο- δεικνύναι, ὡς καὶ ἐνταῦθα φιλαλήθως οὐχ ὑπερβεβήκαμεν τὸν τόπον, ἀλλὰ ἐδείξαμεν ὡς μία ἐστὶν αὕτη τῶν ἡμῖν περιτυχουσῶν αἱρέσεων. καὶ σαφῶς περὶ ταύτης ἠδυνήθημεν λέγειν ἐξ ὡν μὴ γένοιτο) οὐ πράξαντες, ἀλλὰ μεμαθηκότες ἀκριβῶς <ἐγνώκαμεν> παρὰ τῶν εἰς τοῦτο πειθόντων καὶ μὴ κατισχυσάντων, ἀλλὰ τὴν ἑαυτῶν ἐλπίδα τῆς εἰς ἡμᾶς ἀπωλείας ἀπολεσάντων καὶ μὴ ἐπιτυχόντων τοῦ σκοποῦ τῆς εἰς τὴν τάλαιναν ἡμῶν ψυχὴν ἐπιχειρουμένης ὑπ' αὐτῶν τε καὶ τοῦ ἐν αὐτοῖς διαβόλου συσκευῆς,