Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 18
Epiphanius, Panarion (Adversus haereses) 18.3
Not analysed yet
ὡς καὶ συνῳδὰ ἠμᾶς λέγειν τῷ ἁγιωτάτῳ Δαυίδ ὅτι »βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν‘ καὶ τὰ ἐξῆς, καὶ ὅτι »ἐπιστρέψει ὁ πόνος αὐτῶν εἰς κεφαλὴν αὐτῶν, Ι καὶ ἡ ἀδικία αὐτῶν ἐπὶ κορυφὴν αὐτῶν καταβήσεαι«. ὡς οὑν περιτυχόντες καὶ ἀποδράντες καὶ ἀναγνόντες, γνόντες καὶ καταγνόντες, σωθέντες τε ὑπερβεβήκαμεν, οὕτω καὶ σὲ τὸν ἀναγινώσκοντα παρακαλοῦμεν ἀναγνόντα καὶ καταγνόντα τοῦ *ὑπερβῆναι, εἰς τὸ μὴ ἐμπεσεῖν ἐν τῷ ἰῷ τῆς τῶν ἑρπετῶν τούτων μοχθηρίας.