Ancient Greek
19.1 to 19.3
Epiphanius, Panarion (Adversus haereses) 19.1-3
Not analysed yet
19. Λοιπὸν ταύτην παρελθών, ἀγαπητοί, ἐφεξῆς βαδιοῦμαι ἐπὶ τὰς ἄλλας τραχείας τρίβους, οὐχ ἵνα βαδίσω, ἀλλ' ἴνα ἀπὸ μήκοθεν ὑποδείξω τοῖς βουλομένοις τὰ τραχύτατα μὲν ἐπιγινώσκειν, φεύγειν δὲ διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ τῆς φερούσης εἰς ζωὴν αἰώνιον καὶ καταλιμπάνειν τὴν πλατεῖαν καὶ εὐρύχωρον καὶ ἀκαν- θώδη καὶ προσκομμάτων ἔμπλεον ὀδόν. βορβορώδη καὶ ἀσελγείας καὶ πορνείας ἐμπεπλησμένην, ἡς πορνείας καὶ ἀσελγείας τὸ ὅμοιον ἔστιν ἰδεῖν ἐν τῷ ἑρπετῷ τῷ δεινοτάτῳ, ᾠ ἐπέθεντο τὸ ὄνομα ἀπειρώδινον ἔχιδναν οἱ παλαιοί. ἔστι γὰρ τῆς τοιαύτης ἐχίδνης ἡ φύσις ὁμοία τῆς τούτων μοχθηρίας. διὰ γὰρ τῆς ἀνδρείας φύσεως ἢ γυναικείας τὴν αἰσχρότητα ἐπιτελοῦντες ταύτην ἀπαγορεύουσι τὴν τῶν σπερμάτων καταβολήν, ἀφανίζοντες τὴν ἐκ θεοῦ τοῖς κτίσμασι δεδομένην τεκνογονίαν, ὡς καὶ ὁ ἀπόστολός φησι »τὴν γὰρ ἀντι- μισθίαν ἥν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες« καὶ τὰ ἑξῆς. οὕτω γάρ.