Ancient Greek
18.5 to 18.6
Epiphanius, Panarion (Adversus haereses) 18.5-6
Not analysed yet
ἀλλ’ εἰ καί ποτε περιτύχοις τισὶ τῶν ἀπὸ τῆς ὀφιώδους ταύτης σχολῆς, εὐθὺς τὸ ξύλον ἀναλαβὼν τὸ διὰ τοῦ κυρίου ἡμῖν ἑτοιμασθέν, ἐν ᾧ ὁ Ι κύριος ἡμῶν προσεπάγη Χριστός, <καὶ> κατὰ τῆς κεφαλῆς τοῦ ὄφεως εὐθὺς βαλὼν εἴποις ὅτι Χριστὸς ἐσταύρωται ὑπὲρ ἡμῶν, ὑπογραμμὸν ἡμῖν περιλιμπάνων‘ σωτηρίας· ὅτι οὐκ ἄν ἐσταυροῦτο, εἰ μὴ σάρκα εἶχε. σάρκα δὲ ἔχων καὶ σταυρωθεὶς ἐσταύρωσεν ἡμῶν τὰς ἁμαρτίας. πίστει ἔχομαι τῆς ἀληθείας καὶ οὐχ ὑπάγομαι πλάνῃ τῇ νοθείᾳ τοῦ ὄφεως καὶ παραψιθυρισμῷ τῆς αὐτοῦ διδασκαλίας.