Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 19
Epiphanius, Panarion (Adversus haereses) 19.6
Not analysed yet
δεινὴ δὲ καὶ φοβερὰ παρὰ πάντα τὰ ἑρπετὰ τυγχάνει, ἐν ἑαυτῇ τὸν ἀφανισμὸν ἐξεργαζομένη καὶ διὰ στόματος τὴν αἰσχρότητα ἀπολαμβάνουσα, ᾗ ἔοικεν αὕτη ἡ φρενοβλαβὴς αἵρεσις, ἧς τὴν κεφαλὴν καὶ τὸ σῶμα καὶ τὰ ἐξ αὐτῆς γεγεννημένα ἐνταῦθα συντρίψαντες τῷ ξύλῳ τῆς ζωῆς τὰς ἑτέρας διασκοπεῖν προέλθωμεν, θεὸν ἀρωγὸν ἐπαντλούμενοι. ᾧ τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.