Ancient Greek
Κατὰ Καρποκρασίων ζ, τῆς δὲ ἀκολουθίας κζ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1-12
Not analysed yet
Καρποκρᾶς τις ἕτερος γίνεται, συστήσας ἑαυτῷ ἀθέμιτον διδασκαλεῖον τῆς ψευδωνύμου αὐτοῦ αὐτοῦ χείρονας πάντων οὗτος τοὺς τρόπους κεκτημένος. ἐκ πάντων γὰρ τούτων, Σίμωνός τε καὶ Μενάνδρου. Σατορνίλου τε καὶ Βασιλείδου καὶ Νικολάου καὶ αὐτοῦ τοῦ Καρποκρᾶ, ἔτι δὲ ἐκ προφάσεως Οὐαλεντίνου ἡ τῆς Ψευδωνύμου γνώσεως ἐφύη αἵρεσις, ἥτις Γνωστικοὺς τοὺς αὐτῆς ὠνόμασεν, ἀφ’ ἧς οἱ Γνωστικοὶ ἤδη μοι δεδήλωνται, κατάγνωστοι ὄντες τὸν τροπον.