Ancient Greek
Haeresis praef1b, Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1b.1.2
Not analysed yet
ἐπειδὴ γὰρ μέλλομεν ὑμῖν τό τε ὀνόματα τῶν αἱρέσεων δηλοῦν τάς τε παρ᾿ αὐτοῖς ἀθεμίτους πράξεις ἀνακαλύπτειν, ὥσπερ ἰοὺς καὶ δηλητήρια ὄντα, σὺν αὐτοῖς δὲ ἅμα καὶ ἀντιδότους ἐφαρμόσαι, ἀλεξητήρια τῶν δεδηγμένων καὶ προκαταληπτικὰ τῶν μελλόντων εἰς τοῦτο ἐμπίπτειν, τοῖς φιλο- κάλοις διαγράφομεν αὐτὸ τοῦτο τὸ προοίμιον, Πανάριον εἴτ᾿ οὖν κιβώτιον ἰατρικὸν τῶν θηριοδήκτων ἑρμηνεύοντες ,ὅπερ ἐστὶ διὰ βιβλίων τριῶν συγγραφέν, <περι>έχον αἱρέσεις ὀγδοήκοντα, εἰσι θηρίων εἴτ᾿ οὖν ἑρπετῶν αἰνίγματα.