Ancient Greek
1b.1.3 to 1b.1.4
Epiphanius, Panarion (Adversus haereses) 1b.1.3-4
Not analysed yet
»μία δὲ μετὰ τὰς ὀγδοήκοντα« ἡ τῆς ἀληθείας βάσις ἅμα καὶ διδασκαλία καὶ σωτήριος πραγματεία καὶ Χριστοῦ νύμφη ἁγία« ἐκκλησία, οὐσα μὲν ἀπ᾿ αἰῶνος, διὰ δὲ τῆς ἐνσάρκου Χριστοῦ παρουσίας κατὰ τὴν διαδοχὴν τοῦ χρόνου μέσον τῶν προειρημένων αἱρέσεων ἀποκαλυφθεῖσα καὶ ὑφ᾿ ἡμῶν ἐν ὑπομνήσει διὰ τοῦ κηρύγματος χριστοῦ ταχθεῖσα καὶ πάλιν μετὰ πάσας τὰς τῶν αἱρέσεων τούτων μοχθηρίας εἰς ἀναψυχὴν τῶν τὸν κάματον τῶν αἱρέσεων διὰ τῆς ἀναγνώσεως διελθόντων ὑφ'ἡμῶν μετ'ἐπιτομῆς τοῦ λόγου κατὰ τὴν τῶν ἀποστόλων διδασκαλίαν σαφῶς ἀπαγγελθεῖσα.