Ancient Greek
Haeresis praef1b, Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 1b.2.3
Not analysed yet
καὶ ἕτι παρακλήθητε <συγγνῶναι ἡμ>ῖν, εἴ που εὕροιτε <ἡμᾶς> καίτοι γε μὴ ἐν ἔθει ὅντας ἐπισκώπτειν τινὰς ἢ ἐπισκωμματίζειν, διὰ δὲ τὸν πρὸς τὰς αἱρέσεις ζῆλον καὶ εἰς ἀποτροπὴν τῶν ἐντυγχανόντων εἴ που παροξυνόμενοι λέξωμεν, ἢ ἀπατεῶνάς τινας καλοῦντες ἢ ἀγύρτας ἢ ἀθλίους. αὐτὴ γὰρ ἡ| ἀνάγκη ἡ πρὸς τοὺς λόγους τοῦ ἀγῶνος παρασκευάζει ἡμῖν τὸν τοιοῦτον ἱδρῶτα δἰ ἀποτροπὴν τῶν ἐντυγχανόντων καὶ ὅπως δείξωμεν παντελῶς ἀπηγορευμένας τοῦ ἡμε τέρου φρονήματος τὰς ἐκείνων ἐργασίας καὶ μυστήρια καὶ διδασκαλίας, ἵν' ἀπὸ τῶν λόων καὶ τῆς ὀξύτητος τῆς ἀντιλογίας καὶ τὸ ἡμέτερον ἐλευθέριον ἁποδείζωμεν καὶ τινας ἁπὰ τῶν αὐτῶν ἐκκλίνωμεν καὶ διὰ τῶν δοκούντων βαρυτέρων λόγων.