Ancient Greek
1b.2.1 to 1b.2.2
Epiphanius, Panarion (Adversus haereses) 1b.2.1-2
Not analysed yet
2. Παρακλήθητε δὲ πάντες οἱ φιλοκάλως ἐντυγχάνοντες τῷ τε προοιμίῳ καὶ ταὶς μετέπειτα αἱρέσεσι καὶ τῇ ὑπὲρ τῆς ἀληθείας ἀπολογίᾳ τε καὶ διδασκαλίᾳ τῆς ἀληθείας καὶ πίστει τῆς ἁγίας καθολικῆς ἐκκλησίας, συγγνῶναι ἡμῖν ἀνθρώποις οὖσι καὶ μετὰ πόνου καὶ ζήλου θεϊκοῦ φιλοτιμουμένοις ὑπὲρ θεοσεβείας ἀπολογεῖσθαι, εἴ τι ὑπέρογκον *εἰς αὐτὸ τὸ πανάγιον καὶ πανσεβάσμιον ὂνομα θέλοντες κατὰ τὴν ἰδίαν δύναμιν ὑπεραπολογεῖσθαι, τοῦ θεοῦ συγχωροῦντος τὰ ὑπὲρ δύναμιν ἡ πραγματεία.