Ancient Greek
Haeresis praef1b, Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 1b.4.8
Not analysed yet
πεντηκοστὴ ἐβδόμη Διμοιρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες ,οἱ καὶ Ἀπολλιναρῖται, πεντηκοστὴ ὀγδόη οἱ καὶ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον λέγοντες μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι, οὕστινας ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, πεντηκοστὴ ἐνάτη οἱ καὶ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυρι- διανοί, ἐξηκοστὴ Μασσαλιανοί, οἷς συνάπτονται Μαρτυριανοὶ οἱ ἀπὸ Ἑλλήνων καὶ Εὐφημῖτυαι καὶ Σατανιανοί.