Ancient Greek
1b.5.1 to 1b.5.3
Epiphanius, Panarion (Adversus haereses) 1b.5.1-3
Not analysed yet
5. Ἐπανιὼν δὲ αὖθις καὶ διελὼν ταύτας κατὰ βιβλίον ὑποδείξω ἐν ταύτῃ μου τῇ ἀνακεφαλαιώσει, πόσαι τούτων τῶν ὀγδοήκοντα αἰρέσεων ἐν τῷ πρώτῳ βιβλίῳ καὶ καθεξῆς ἐν τῷ δευτέρῳ ἕως τοῦ τρίτου, ἀλλὰ καὶ καθ᾿ ἕκαστον τῶν ἑπτὰ τόμων τῶν ἐν τοῖς τρισὶ βιβλίοις συντεταγμένων, πόσαι εἰσὶν αἱ ἐν αὐτῷ χωρηθεῖσαι αἱρέσεις. καὶ ἔστιν οὕτως· ἐν τῷ πρώτῳ βιβλίῳ τόμοι τρεῖς, αἱρέσεις δὲ τεσσαράκοντα ἕξ, σὺν ταῖς <μητράσι καὶ πρωτοτύποις> ὀνομασίαις τούτων, φημὶ καὶ Σκυθισμοῦ καὶ Ἑλληνιδμοῦ καὶ Ἰουδαϊσμοῦ καὶ ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τόμοι δύο, αἰρέσεις εἴκοσι τρεῖς. ἐν δὲ τῷ τρίτῳ βιβλίῳ τόμοι δύο, αἱρέσεις ἕνδεκα. ἐν τῷ οὐν πρώτῳ βιβλίῳ πρώτῳ τόμῳ αἱρέσεις εἴκοσι, αἴ εἰσιν αἵδε· Βαρβαρισμὸς Σκυθισμὸς Ἑλληνισμὸς Ἰουδαϊσμός. Ἑλλήνων διαφοραί· Πυθαγόρειοι εἴτ᾿ οὖν Περιπατητικοὶ Πλατωνικοὶ Στωϊκοὶ Ἐπικούρειοι. Σαμαρειτικὴ αἵρεσις, ἡ οὖσα ἐκ τοῦ Ἰουδαϊσμοῦ· Σαμαρειτῶν ἔθνη τέσσαρα οὕτως· Γοροθηνοὶ Σεβουαῖοι Ἐσσηνοὶ Δοσίθεοι. Ἰουδαίων αἱρέσεις ἑπτὰ οὕτως· Φαρισαῖοι Σαδδουκαῖοι Ἡμεροβαπτισταὶ Ὀσσαῖοι Νασαραῖοι Ἡρῳδιανοί.