Ancient Greek
Κατὰ Ἡρακλεωνιτῶν ιݲςݲ, τῆς δὲ ἀκολουθίας λݲςݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2-15
Not analysed yet
2. Ἡρακλέων τοίνυν οὑτος καὶ οἱ ἀπ᾿ αὐτοῦ Ἡρακλεωνῖται ὡς προεῖπον ὁμοίως Μάρκῳ καί τισι τῶν πρὸ αὐτοῦ περὶ τῶν Ὀγδοάδων φάσκει, τῆς ἄνω φημὶ καὶ τῆς κάτω· ἔπειτα δὲ καὶ τὰς συζυγίας τῶν τριάκοντα Αἰώνων ἔσως δοξάξει. ἄνθρωπον δὲ καὶ αὐτὸς φάσκει εἶναι τὸν ἄνω τῶν ὅλων Πατέρα, ὃν καὶ Βυθὸν προσηγόρευσεν. βούλεται δὲ καὶ αὐτὸς αὐτὸν λέγειν μήτε ἄρρεν μήτε θῆλυ, ἐξ αὐτοῦ δὲ εἶναι τὴν τῶν ὅλων Μητέρα, ἣν καὶ Σιγὴν ὀνομάζει καὶ Ἀλήθειαν. ἀπ᾿ αὐτῆς δὲ εἶναι τὴν δευτέραν Μητέρα τὴν ἐν λήθῃ γενομένην, ἣν καὶ Ἀχαμὼθ καὶ αὐτὸς καλεῖ. ἐξ ἡς λοιπὸν τὰ πάντα έν ὑστερήματι κατέστη. βούλεται δὲ πλείονα τῶν πρὸ αὐτοῦ καὶ οὑτος λέγειν, ἅτινά ἐστι τάδε· τοὺς τελευτῶντας ἀπ᾿ αὐτῶν καὶ ἐπὶ αὐτὴν τὴν ἔξοδον φθάνοντας. ἀπὸ τοῦ προειρημένου Μάρκου τὰς προφάσεις εἰληφὼς οὐκέτι κατ᾿ ἐκεῖνον λυτροῦται, ἀλλὰ ἄλλως οὑτος μεταχειρίζεται, λυτρούμενος δῆθεν πρὸς τῇ τελευτῇ τοὺς ὑπ᾿ αὐτοῦ ἀπατηθέντας. ποτὲ γάρ τινες ἐξ αὐτῶν ἔλαιον ὕδατι μίξαντες ἐπιβάλλουσι τῇ κεφαλῇ τοῦ ἐξελθόντος, οἱ δὲ μύρον τὸ λεγόμενον ὀποβάλσαμον καὶ ὕδωρ, τὴν μέντοι ἐπίκλησιν κοινὴν ἔχοντες, ὡς δὴ καὶ ὁ πρὸ αὐτοῦ Μάρκος ἐποιεῖτο, μετὰ προσθήκης τινῶν ὀνομάτων. ἡ δὲ ἐπίκλησίς ἐστιν αὕτη· Μεσσία οὐφαρέγνα μεμψαὶ μεν χαλ δαιαν μοσομὴ δαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία. τοῦτο δὲ ποιοῦσιν, ἴνα δῆθεν οἱ λαμβάνοντες ἐπὶ τῇ ἐξόδῳ ταύτας τὰς ἐπικλήσεις τὰς μετὰ τοῦ ὕδατος καὶ ἐλαίου ἤτοι μύρου ἀναμεμιγμένων ἀκράτητοι γένωνται καὶ ἀὁρατοι ταῖς ἄνω ἀρχαῖς καὶ ἐξουσίαις, εἰς τὸ ὑπερβῆναι ἀοράτως τὸν ἔσω αὐτῶν ἄνθρωπον, φασίν, ὡς τῶν σωμάτων τούτων ἐν τῇ κτίσει καταλιμπανομένων, τῆς δὲ ψυχῆς αὐτῶν παρισταμένης τῷ Δημιουργῷ ἄνω τῷ ἐν Ὑστερήματι γεγονότι, ὥστε καὶ ἐκεῖσε καταμένειν παρ᾿ αὐτῷ, ὑπεραναβαίνειν δέ, ὡς ἔφην, τὸν ἴσω ἄνθρωπον, <τὸν> ἐσώτερον καὶ σώματος· ὃν δὴ θέλουσι [λέγειν] ἐκ τοῦ ἄνωθεν κατεληλυθέναι.