Ancient Greek
Κατὰ Ἀγγελικῶν μݲ, τῆς δὲ ἀκολουθίας ξݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2-25
Not analysed yet
2 Ἤδη δὲ ἐν ὑπομνήσει σου γινομένου τοῦ ἀκροατοῦ οὐκ εἰς κατάγνωσιν <ἡμῶν> ἐν ὑπονοίαις γενήσῃ. ἐπηγγειλάμεθα γὰρ τῶν μὲν τὰς ῥίζας καὶ τὰς τροφὰς ἤ τι τῶν [ἐν τοῖς] παρ᾿ αὐτοῖς γινομένων δηλῶσαι, ἄλλων δὲ μόνον τῷ ὀνόματι ἐπιμνημονεῦσαι· ὡς δὲ ἡ θεία δύναμις παρεσκεύασε καὶ ἐβοήθησεν, ἕως ταύτης τῆς αἱρέσεως τὰς πάσας διεξελθόντες οὐδεμίαν ἐάσαμεν ἀνερμήνευτον, πλὴν μιᾶς ταύτης. τάχα δὲ διὰ τὸ ἐπαρθεῖσαν τῷ τύφῳ ἀλίγον καιρὸν [καὶ] ὕστερον λῆξαι τὴν ταύτης κατάληψιν οὐ πάνυ σαφῶς ἔγνωμεν. ταύτης δὲ μόνου ἐπιμνησθέντες τῆς ὀνομασίας ἐν τάχει ὥσπερ ἐκτρώματι τῷ ταύτης ὀνόματι χρησάμενοι παρελευσόμεθα τὸν τόπον. ἐπὶ τὰς ἑτέρας δὴ διασκοποῦντες τὴν ὁρμὴν ποιεῖσθαι καὶ αἰτούμενοι τὸν τῶν ὅλων δεσπότην παραφανῆναι ἡμῖν καὶ τὰ ἀκριβῆ τῶν παρ᾿ αὐτοῖς γινομένων ἐπιδείξαντα τῷ σμικρῷ ἠμῶν νῷ πάντα κατὰ ἀκρίβειαν σημᾶναι, ἵν᾿ ἑαυτοῖς τε καὶ τοῖς πέλας τὴν διόρθωσιν ποιησώμεθα τοῦ φεύγειν τὰ φαῦλα, ἐν δὲ τοῖς ἀγαθοῖς κὰι ἀληθεστάτιος τὸ ἑδραῖον ἑαυτοῖς ἐν θεῷ προσπορίσασθαι.