Ancient Greek
Κατὰ Δοσιθέων, ἀπὸ Σαμαρειτῶν αἱρέσεως δ, τῆς δὲ ἀκολουθίας ιݲγݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2-3
Not analysed yet
Καὶ αὑται μὲν αἱ ἐλθοῦσαι εἰς ἡμῶν τὴν γνῶσιν περὶ] τῶν προειρημένων τεσσάρων αἱρέσεων διαφοραί, αἵτινες ἀνατραπήσονται διὰ τῶν κατ’ αὐτῶν εἰρημένων. ἐπάνειμι δὲ αὖθις τὰς κατὰ διαδοχὴν τῶν χρόνων παρενδύσεις καὶ τῆς πλάνης τὰ βοσκήματα συνείρων καὶ ποιούμενος τὴν πρὸς αὐτοὺς ἀντιλογίαν, ἐν τῷ τὰ σχέτλια αὐτῶν ἀποκαλύπτειν ἐπιτηδεύματα καὶ διὰ συντόμου λόγου ποι- εῖσθαι τὸν ἔλεγχον τῆς τῶν κακῶν καὶ ὀλετηρίων ἑρπετῶν ἰοβολίας. Πεπλήρωνται αἱ τῶν Σαμαρειτῶν αἱρέσεις δ. Ἰουδαϊσμὸς λοιπόν. ὁ δὲ Ἰουδαϊσμὸς ἐμερίσθη εἰς αἱρέσεις ἑπτά·