Ancient Greek
Κατὰ Σαδδουκαίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ݲ, τῆς δὲ ἀκολουθίας ιδ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2-4
Not analysed yet
2. Πρῶτοι Σαδδουκαῖοι, ἀπόσπασμα ὄντες ἀπὸ Δοσιθέου τοῦ προλελεγμένου. ἐπονομάζουσι δὲ οὑτοι ἑαυτοὺς Σαδδουκαίους, δῆθεν ἀπὸ δικαιοσύνης τῆς ἐπικλήσεως ὁρμωμένης· Σεδὲκ γὰρ ἑρμηνεύεται δικαιοσύνη. ἦν δὲ καὶ Σαδδούκ τις τοὔνομα κατὰ τὸ παλαιὸν τῶν ἱερέων. ἀλλ’ οὐκ ἐνέμειναν οὗτοι ἐν τῇ τοῦ ἐπιστάτου αὐτῶν διδασκαλίᾳ. ἠθέτησαν μὲν γὰρ οὗτοι νεκρῶν τὴν ἀνάστασιν, ὅμοια Σαμαρείταις φρονοῦντες· οὐ παραδέχονται δὲ ἀγγέλους, ὅπερ Σαμαρεῖται οὐκ ἀθετοῦσι· πνεῦμα δὲ ἅγιον οὐκ ἴσασιν, οὐ γάρ εἰσι τούτου ἠξιωμένοι· τὰ πάντα δὲ ἴσα Σαμαρείταις φυλάττουσιν. οὐκ ἦσαν δὲ οὗτοι Σαμαρεῖται, ἀλλὰ Ἰουδαῖοι. ἐν Ἱεροσολύμοις γὰρ ἐθυσίαζον τά τε ἄλλα πάντα Ἰουδαίοις συνέπραττον.