Ancient Greek
Κατὰ Γραμματέων, ἀπὸ Ἰουδαϊσμοῦ <αἱρέσεως> β, τῆς ἀκολουθίας ιݲεݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2-5
Not analysed yet
Δευτερώσεις δὲ παρ᾿ αὐτοῖς τέσσαρες ἠσαν μία μὲν εἰς ὄνομα Μωυσέως τοῦ προφήτου <φερομένη> δευτέρα δὲ εἰς τὸν αὐτῶν Ἀκίβαν οὕτω καλούμενον ἢ Βαρακίβαν· ἄλλη δὲ εἰς τὸν Ἀδδᾶν ἢ Ἀνναν τὸν καὶ Ἰούδαν· ἑτέρα δὲ εἰς τοὺς υἱοὺς Ἀσαμωναίου. ἐκ τούτων τῶν τεσσάρων δευτερώσεων ὅσα παρ’ αὐτοῖς νενόμισται οἰήσει σοφίας (ἀσοφίας δὲ τὰ πλεῖστα), αὐχεῖται καὶ ᾄδεται καὶ ἐν τάξει προκριτέας διδασκαλίας βοᾶταί τε καὶ φημίζεται.