Ancient Greek
2.1 to 2.3
Epiphanius, Panarion (Adversus haereses) 2.1-12-3
Not analysed yet
2. Αὕτη καὶ ἡ τοῦ Κολορβάσου μάταιος τῷ βίῳ καὶ φαντασιώδης διὰ ψοφημάτων κενοφωνία· ἣν ἐὰν καταμάθοι τις, εἴσεται ἐκ τῶν πρὸ αὐτοῦ ὡς φιλοτιμία ἐστὶ τῆς ἑκάστου τούτων ὑπονοίας <αἰτία>. κενοδοξῶν γὰρ ἕκαστος καὶ βουλόμενος ἑαυτῷ συνάγειν ἄθροισμα ὥστε αὐτῷ ἕπεσθαι, ἃ ὑπεισῆλθεν τὴν αὐτοῦ ἔννοιαν ἐψευδολόγησεν, οὔτε κατὰ προφητείαν φθεγγόμενος οὐ γὰρ πνεῦμα ἅγιον ἐλάλησεν ἐν αὐτοῖς) οὔτε ἀπὸ τῆς τῶν προφητῶν καὶ εὐαγγελίων ἀληθείας κἂν μίαν πρόφασιν ἐσχηκώς. ἀνατροπὴ δὲ τούτων πάντων τῆς ψευδωνύμου γνώσεως ὁ αὐτὸς τῆς ἀληθείας κατὰ τῶν πρώτων ῥηθεὶς λόγος. τῆς γὰρ Οὐαλεντίνου σχολῆς καὶ τῶν πρὸ αὐτοῦ οὑτοι πάντες ὑπάρχοντες καὶ τὸν νοῦν ἐκείνου ἄλλως ἄλλος ἐξηγησάμενοι, τὴν ἴσην αὐτοῖς ὀφλήσουσιν αἰσχύνην.