Ancient Greek
1.6 to 1.7
Epiphanius, Panarion (Adversus haereses) 1.6-3-7
Not analysed yet
οἱ δὲ ἐκ τῶν δώδεκα Αἰώνων τῶν ἐκ τοῦ Ἀνθρώπου καὶ Ἐκκλησίας γενομένων, καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου >ὁμολογεῖν, ὡσανεἰ ἀπόγονον Ἀνθρώπου· οἱ δὲ ὑπὸ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος >εἰς στήριγμα τοῦ πληρώματος >γεγονέναι λέγουσιν αὐτόν, καὶ διὰ τοῦτο Χριστὸν λέγεσθαι αὐτόν, τὴν τοῦ Πατρὸς ἀφ’ οὗ προεβλήθη διασῴζοντα προσηγορίαν. ἄλλοι δέ, ὡς εἰπεῖν, τονὲς ἐξ αὐτῶν ῥαψῳδοί, τὸν Προπάτορα τῶν ὅλων καὶ Προαρχὴν καὶ Προανεννόητον Ἄνθρωπον λέγουσι καλεῖσθαι. καὶ τοῦτ᾿ εἶναι τὸ μέγα καὶ ἀπόκρυφον μοστήριον, ὅτι ἡ ὕπὲρ τὰ ὅλα δύναμις καὶ ἐμπεριεκτικὴ τῶν πάωτων Ἄνθρωπος καλεῖται· καὶ διὰ τοῦτο υἱὸν Ἀνθρώπου ἑαυτὸν λέγειν τὸν σωτῆρα.