Ancient Greek
2.1 to 2.9
Epiphanius, Panarion (Adversus haereses) 2.1-24-9
Not analysed yet
2. Προσφθείρεται γὰρ οὗτος Οὐαλεντίνοις καὶ ἐκ τῆς αὐτῶν μοχθηρίας ἀνιμᾶται τὸ δηλητήριον τοῦτο καὶ ζιζανιῶδες, πολλάς τε καὶ αὐτὸς ἀρχὰς καὶ προβολὰς εἰσηγηςάμενος καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀρνηςάμενος ἐδογμάτισε ταύτην τὴν αἵρεσιν. χρῆται δὲ νόμῳ καὶ προφήταις, παλαιᾷ τε καὶ νέᾳ διαθήκῃ, καὶ ἀπο- κρύφοις τισὶν ὡσαύτως. ἀνατραπήσεται δὲ καὶ οὗτος μετὰ πάντων τῶν πρὸ αὐτοῦ τε καὶ τῶν μετ’ αὐτὸν ἀπαλλοτριώσας ἑαυτὸν τῆς ἀληθείας καὶ ὡς ἀπὸ λαμπάδος πυρὸς φωτεινῆς εἰς ἀσβόλην μεταβεβλημένος. Περὶ μὲν γὰρ νεκρῶν ἀναστάσεως ἤδη ἡμῖν ἐν πολλαῖς αἱρέσεσιν εἴρηται· οὐ λυπήσει δὲ καὶ αὖθις ἐν τῇ πρὸς τοῦτον ἀνατροπῇ χρήσασθαι ὀλίγοις λόγοις. εἰ μὲν γὰρ τὴν παλαιὰν διαθήκην δέχῃ. ὦ οὗτος, καὶ τὴν καινὴν ὡσαύτως. πόθεν οὐκ ἐλεγχθήσῃ παραφθείρων τὴν τῆς ἀληθείας ὁδὸν καὶ ἑαυτὸν ἀποξενῶν τῆς τοῦ κυρίου ἐν ἀληθείᾳ ζωῆς; ὅτι μὲν γὰρ αὐτὸς ὁ κύριος πρῶτος, ἵνα γένηται ἡμῖν ἀρραβὼν τῆς ἀναστάσεως καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη, <δῆλον> καὶ οὐχ ἁπλῶς ἐν δοκήσει πέπονθεν· ἐτάφη γὰρ καὶ τὸ σῶμα αὐτοῦ ἐβάστασαν. καὶ μαρτυρεῖ μὲν Ἰωςὴφ ὁ ἀπὸ Ἀριμαθαίας, μαρτυροῦσι καὶ αἱ φέρουσαι μύρα εἰς τὸ μνῆμα καὶ ἡ τῶν ἑκατὸν λιτρῶν τῆς ἀλόης ὁλκή, ὅτι οὐκ ἦν δόκησις οὐδὲ φαντασία. μαρτυροῦσι δὲ καὶ οἱ ἄγγελοι ταῖς γυναιξὶ πεφηνότες ὅτι »ἀνέστη. οὐκ ἔστιν ὧδε· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; «καὶ οὐκ εἶπαν ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ ἀνέστη, ὁ πεπονθὼς ἐν σαρκί, ζῶν δὲ ἀεὶ ἐν πνεύματι καὶ ἀπαθὴς ὢν ἐν τῇ ἰδίᾳ θεότητι, ὁ ἄνωθεν ἀεὶ ἐκ πατρὸς γεγεννημένος ὑπάρχων, ὁ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν εὐδοκήσας ἀπὸ Μαρίας τῆς παρθένου γενέσθαι ἄνθρωπος, ὡς μαρτυρεῖ Παῦλος ὀ ἅγιος λέγων »γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον«.