Ancient Greek
2.10 to 2.12
Epiphanius, Panarion (Adversus haereses) 2.10-12
Not analysed yet
ἄρα γε οὔπω ἤκουσας τοῦ ῥητοῦ τοῦ λέγοντος ὅτι »δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρςίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθαναςίαν«; ἢ οὐκ ἔπεισέ σε Ἠσαΐας ὁ προφήτης λέγων »καὶ ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις; «,αὐτὸς δὲ ὁ κύριος λέγων ὅτι »καὶ ἐγερθήσονται μὲν οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς κόλασιν αἰώνιον»; ἢ οὐ μέμνησαι τοῦ Ἄβελ μετὰ θάνατον τῆς πρὸς θεὸν ὁμιλίας, ὡς οὐ τὴν ψυχὴν λέγει ἐντυγχάνειν καὶ βοᾶν πρὸς τὸν θεόν, ἀλλὰ τὸ αἷμα; αἶμα δὲ οὐ ψυχὴ ὑπάρχει, ἀλλ’ ἐν τῷ αἵματι ἡ ψυχή ἐστιν. σῶμα γάρ ἐστι τὸ αἇμα ὁρατόν, ἡ δὲ ψυχὴ ἀόρατός τις ὑπάρχουσα ἐν τῷ αἵματι ἔχει τὸν χῶρον. καὶ ἐκ πανταχόθεν ἐλήλεγκταί σου, ὦ Βαρδησιάνη. ἡ κακοπιστία. ἀνατρεπομένη ἐξ αὐτῆς τῆς ἀληθείας.