Ancient Greek
2.1 to 2.2
Epiphanius, Panarion (Adversus haereses) 2.1-6-2
Not analysed yet
2. Ἐκπέπτωκε δὲ καὶ οὑτος, ὡς ὁρᾶτε πάντες οἱ τῆς ἀληθείας ἐρασταί. φάσκει γὰρ τὸν τὸν νόμον δεδωκότα οὐκ ἀγαθόν, οὗ τῷ νόμῳ πείθεσθαι δοκεῖ, δῆλον δὲ ὅτι ὡς ἀγαθῷ. πῶς οὖν ὁ πονηρὸς τὸν ἀγαθὸν νόμον δέδωκεν; εἰ γὰρ καλὸν τὸ μὴ μοιχεύειν καὶ καλὸν τὸ μὴ φονεύειν; πόσῳ γε μᾶλλον ὁ ἐντειλάμενος βελτίων εἴη, ἐάν γε ὁ μὴ πράξας ἀγαθὸς ὁμολογῆται· πῶς δὲ κατηγορηθήσεται κακὰ πράττων ὁ τὸ ἀγαθὸν συμβουλεύων καὶ ἀγαθὸν διδοὺς νόμον; ἀλλὰ μανιώδης ὁ ἀνὴρ τοιούτοις ἐγχειρῶν.