Ancient Greek
Κατὰ Κηρινθιανῶνἤτοι Μηρινθιανῶν ݲ, τῆς δὲ ἀκολουθίας ݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.3-5
Not analysed yet
οὑτος δέ ἐστιν, ἀγαπητοί, εἷς τῶν ἐπὶ τῶν ἀποστόλων τὴν ταραχὴν ἐργασαμένων, ὅτε οἱ περὶ Ἰάκωβον γεγράφασιν εἰς τὴν Ἀντιόχειαν ἐπιστολήν ,λέγοντες ὅτι »ἔγνωμέν τινας ἐξ ἡμῶν πρὸς ὑμᾶς ἐλθόντας καὶ ταράξαντας ὑμᾶς σίας καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα θεόν. τὸν δὲ Ἰησοῦν ὑπέθετο μὴ ἐκ παρθένου γεγενῆσθαι (+impossiblie enim hoc ei visum est Ir.) ,γεγονέναι δὲ αὐτὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας υἱὸν ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις, καὶ δικαιότερον γεγονέναι καὶ σοφώτερον. καὶ μετὰ τὸ βάπτισμα κατελθεῖν εἰς αὐτὸν ἀπὸ τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς, καὶ τότε κηρῦξαι τὸν ἄγνωστον πατέρα καὶ δυνάμεις ἐπτελέσαι, πρὸς δὲ τῷ τέλει ἀποπτῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ καὶ τὸν Ἰηοοῦν πεπαμέναι καὶ ἐγηγέρθαι, τὸν δὲ Χριστὸν ἀπαθῆ διαμεμενηκέναι πνευματικὸν ὑπάρχοντα λόγοις, οἷς οὐ διεστειλάμεθα«·