Ancient Greek
Κατὰ Καρποκρασίων ζ, τῆς δὲ ἀκολουθίας κζ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.11
Not analysed yet
αἱ γὰρ ψυχαὶ ἐκ τῆς αὐτῆς περιφορᾶς εἰσι καὶ ὁμοίως κατὰ τὴν τοῦ Ἰησοῦ πάντων καταφρόνησιν ποιησάμεναι *καὶ <γὰρ> αἱ πᾶσαι, φησί, τῆς αὐτῆς δυνάμεως ἠξιώθησαν ἡς καὶ ἡ τοῦ Ἰησοῦ ἠξίωται· διὸ καὶ ταύτα >φασὶ χωρεῖν διὰ πάσης πράξεως, καθάπερ ἀμέλει καὶ ἡ τοῦ Ἰησοῦ διελήλυθεν. εἰ δὲ καί τις πάλιν δυνηθείη ὑπὲρ τὸν Ἱησοῦν καταφρονῆσαι, διαφορώτερος ἔσται αὐτοῦ.