Ancient Greek
Κατὰ Καρποκρασίων ζ, τῆς δὲ ἀκολουθίας κζ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.1-11
Not analysed yet
3. Ἐπιχειροῦσι δὲ οἱ τῆς ἀθεμίτου ταύτης σχολῆς παντοίας ἐπιχειρήσεις δεινῶν ἔργων καὶ ὀλετηρίων. μαγεῖαι γὰρ παρ' αὐτοῖς ἐπινενόηνται, ἐπῳδάς τε διαφόρους πρὸς πᾶσαν μηχανὴν ἐφεύραντο, πρὸς] φίλτρα >καὶ ἀγώγιμα. οὐ μὴν δὲ ἀλλὰ καὶ παρέδρους δαί- μονας ἑαυτοῖς ἐπιοπῶνται, εἰς τὸ διὰ πολλῆς μαγγανείας ἐν ἐξουσίᾳ μεγάλῃ πάντων <γενέσθαι>, <ὥστε> φησί, κυριεύειν ὡν τε ἂν καὶ ᾗ πράξει ἐπιχειρεῖν τολμήσειε·