Ancient Greek
Κατὰ Ἡμεροβαπτιστῶν, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως δ, τῆς δὲ ἀκολουθίας ιݲζݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.2
Not analysed yet
εἰ μὲν γὰρ ἑνὶ βαπτίσματι ἐστοίχουν, ἄρα ἐθάρρουν τούτῳ ὡς ζῶντι καὶ ἀθανάτῳ ὄντι εἰς τὸν αἰῶνα· ὁπότε δὲ σήμερον μὲν ἐλούσαντο, οὐχ ἕνεκεν πλύσεως σώματος ἢ ῥύπου, ἀλλ’ ἕνεκεν ἁμαρτημάτων, ἄρα κατ᾿ αὐτοὺς ἐκαθαρίσθη· αὐθις δὲ τῇ ἑξῆς πάλιν λουόμενοι ἀπεφήναντο τὸ παρελθὸν ἐν τῇ χθὲς τεθνάναι βάπτισμα. εἰ μὴ γὰρ τὸ πρὸ μιᾶς ἐτεθνήκει, οὐχ ἂν εἰς τὴν ἑξῆς ἑτέρου ἐπεδέοντο πρὸς καθαρισμὸν ἁμαρτημάτων.