Ancient Greek
2.2.1 to 2.2.3
Epiphanius, Panarion (Adversus haereses) 2.2.1-3
Not analysed yet
2. Ἔστω δὲ ὁ σκοπὸς *τῷ ἐντυγχάνοντι περὶ παντός του ζητήματος, ὅτι τῶν καιρῶν ἐστι καὶ χρόνων τὰ ἐφευρήματα, ὅσα ἠδυνήθη ὁ σμικρὸς ἡμῶν νοῦς ἐξασκηθεὶς καταλαβέσθαι, καὶ οὐ πάν- τως που ἐπαγγελλόμεθα πάντων τῶν ἐν τῷ κόσμῳ · ἄφατα γάρ ἐστι καὶ φατά. ἀμύθητά τε καὶ ἐν ἀριθμῷ μὴ καθιστάμενα καὶ ὅσον μὲν εἰς ἀνθρώπους ἡκεν ἀνέφικτα, μόνῳ δὲ τῷ τῶν ὅλων δεσπότῃ γινωσκόμενα. τὸ δὲ ἐπάγγελμα ἔχει περὶ διαφορᾶς δοξῶν τε καὶ γνώσεων, ἐπαγγελμάτων τε] πίστεώς τε θεοῦ καὶ ἀπιστίας, αἱρέσεών τε καὶ κακοδόξου γνώμης ἀνθρωπείας ὑπὸ πεπλανημένων ἀνδρῶν ἐν κόσμῳ ἐσπαρμένης, ἐξότε ἄνθρωπος ἐπὶ γῆς πέπλασται ἄχρι τοῦ ἡμετέρου χρόνου τουτέστι βασιλείας Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἑνδεκάτου ἔτους καὶ Γρατιανοῦ ἑβδόμου.