Ancient Greek
Haeresis praef2, Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.2.4
Not analysed yet
τῶν δὲ ὑφ᾿ ἡμῶν μελλόντων εἰς γνῶσιν τῶν ἐντυγχανόντων ἥκειν 〈περὶ〉 αἱρέσεών τε καὶ σχισμάτων τὰ μὲν ἐκ φιλομαθίας ἴσμεν, τὰ δὲ ἐξ ἀκοῆς κατειλήφαμεν, τοῖς δέ τισιν ἰδίοις ὠσὶ καὶ ὀφθαλμοῖς παρετύχομεν· καὶ τῶν μὲν τὰς ῥίζας καὶ τὰ διδάγματα ἐξ ἀκριβοῦς ἀπαγγελίας ἀποδοῦναι πεπιστεύκαμεν, τῶν δὲ μέρος τι τῶν παρ᾿ αὐτοῖς γινομένων. ἐξ ὡν τοῦτο μὲν διὰ συνταγμάτων παλαιῶν συγγραφέων ,τοῦτο δὲ δι ἀκοῆς ἀνθρώπων ἀΚριβῶς πιστωσαμένων τὴν ἡμῶν ἔν νοιαν ἔγνωμεν.