Ancient Greek
Haeresis praef2, Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.2.5
Not analysed yet
τοῦτο δὲ τὸ πᾶν συνηγάγομεν φρόντισμα οὐ δι᾿ ἑαυτῶν ἐπιβαλλόμενοι οὐδ᾿ ἐπεντριβέντες ἐπαγγελίαις ὑπερβαινούσαις τὴν ἡμῶν βραχυλογίαν. καὶ γὰρ καὶ αὐτὸν τοῦτον τὸν λόγον ,ὃν συνθεῖναι ηὐδοκήσαμεν θεοῦ βουλήσει, ἐξ ἀνδρῶν φιλοκάλων *,ἄλλοθι ἄλλως καὶ ἄλλοτε ἄλλως νυξάντων τὴν ἡμῶν ἀσθένειαν καὶ βιασαμένων ἡμᾶς ὡς εἰπεῖν παρελθεῖν εἰς τοῦτο, ὡς ἡ ὑμῶν τιμιότης γράφουσα διὰ προσρητικῶν γραμμάτων ᾔτησεν, ὠ τιμιώτατοί μου ἀδελφοὶ καὶ φιλοκαλώτατοι, Ἀκάκιε καὶ Παῦλε, συμπρεσβύτεροι.