Ancient Greek
2.3 to 2.6
Epiphanius, Panarion (Adversus haereses) 2.3-3-6
Not analysed yet
δύο γὰρ πεπλάσθαι ἀπ' ἀρχῆς ἀνθρώπους φάσκει, ἕνα ἀγαθὸν καὶ ἕνα φαῦλον· ἐξ ὡν δύο εἶναι τὰ γένη τῶν ἀνθρώπνω ἐν κόσμῳ, ἀγαθῶν τε καὶ πονηρῶν. ἐπειδὴ δὲ οἱ δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, τούτου ἕνεκα ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ὡς προεῖπον ἠλθεν ὁ σωτὴρ ἐπὶ βοηθείᾳ τῶν άγαθῶν άθρώπων καὶ ἐπὶ καταλύσει τῶν πονηρῶν καὶ τῶν δαιμόνων. τὸ γαμεῖν δὲ καὶ τὸ γεννᾶν ὁ αὐτὸς ἀγύρτης ἐκ τοῦ Σατανᾶ ὑπάρχειν λέγει, ὅθεν καὶ οἱ πλ· είοι· ς αὐτῶν ἐμψύχων ἀπέχονται, ὅπως διὰ τῆς προσποιητῆς δῆθεν πολιτείας τινὰς ἐπαγάγωνται εἰς τὴν αὐτῶν ἀπάτην. τὰς δὲ προφητείας φάσκει ὁ αὐτὸς πάλιν γόης τὰς μὲν ὑπὸ τῶν κοσμοποιῶν ἀγέλων πεπροφητεῦσθαι, τὰς δὲ ὑπὸ τοῦ Σατανᾶ. καὶ αὐτὸν γὰρ τὸν Σατανᾶν ἄγγελον φάσκει, ἀντιπράττοντα τοῖς κοσμοποιοῖς άγγέλοις, μάλιστα δὲ τῶ θεῶ τῶν Ἰουδαίων.