Ancient Greek
Κατὰ Σατορνίλου, γ< γݲ ἀπὸ τῆς τοῦ κυρίου ἀκολουθίας κݲγݲ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.1-7
Not analysed yet
3. Ὅταν δὲ ταῦτα φάσκῃ ὁ κτηνώδης, πάντως που καὶ αὐτὸς δειχθήσεται ἕνα θεὸν ὁμολογῶν καὶ ἐπὶ μοναρχίας ἀνάγων τὸ πᾶν. εἰ γὰρ οἱ ἄγγελοι <τὸν ἄνθρωπον> πεποιήκασιν, ἄγγελοι δὲ πάλιν ἀπὸ τῆς ἄνωθεν δυνάμεως τὸ αἴτιον ἐσχήκασι τοῦ εἶναι, ἄρα οὐκ αὐτοὶ αἴτιοι τοῦ πλάσματος τοῦ ἀνθρώπου, ἀλλὰ ἡ ἄνωθεν δύναμις ἡ τοὺς ἀγγέλους ποιήσασα, ἐξ ὧν καὶ ἡ πλάσις τοῦ ἀνθρώπου συνέστηκε.