Ancient Greek
2.4 to 2.6
Epiphanius, Panarion (Adversus haereses) 2.4-2-6
Not analysed yet
καὶ οὑτος εἷς ἐστι τῶν ἀντιστάντων τῷ ἁγίῳ Πέτρῳ, ἐπειδὴ εἰσῆλθε πρὸς Κορνήλιον τὸν ἄγιον, ὅτε μετεστείλατο αὐτὸν καταξιωθεὶς ὀπτασίας ἀγγέλου καὶ ὁ Πέτρος ἐδίσταζε καὶ εἶδεν τὸ ὅραμα τῆς ὀθόνης καὶ τὰ ἐν αὐτῇ καὶ ἤκουσε παρὰ κυρίου μηδὲν κοινὸν λέγειν ἢ ἀκάθαρτον. οὑτος οὑν παρεκίνει περὶ τοῦ Πέτρου ἀνελθότος εἰς Ἱερουσαλὴμ τὰ πλήθη τῶν ἐκ περιτομῆς λέγων ὅτι »εἰσῆλθε πρὸς ἀκροβυστίαν ἔχοντας«. ἐποίησε δὲ τοῦτο Κήρινθος πρὶν ἢ ἐν τῇ Ἀσίᾳ κηρῦξαι τὸ αὐτοῦ κήρυγμα καὶ ἐμπεσεῖν εἰς τὸ περισσότερον τῆς αὐτοῦ ἀπωλείας βάραθρον. διὰ γὰρ τὸ εἶναι αὐτὸν ἐμπερίβολον, δῆθεν ἀντιδικίας ἕνεκα τῶν ἐν ἀκροβυστίᾳ πιστῶν διὰ τῆς περιτομῆς τὴν πρόφασιν ἐθηράσατο.