Ancient Greek
2.6 to 2.10
Epiphanius, Panarion (Adversus haereses) 2.6-3-10
Not analysed yet
ὁρᾷς, φησί, πῶς αἱ θεῖαι γραφαὶ ἔνα θεὸν σημαίνουσι καὶ καταγγέλλουσιν αὐτὸν <γενόμενον> ἐμθανῆ; καὶ ὁμολογουμένως εἶς ἐστιν, ὁ αὐτὸς ἀεὶ ὤν. καὶ τούτου ἔνεκα οὐ πολλοὺς θεοὺς λέγομεν, ἀλλὰ ἔνα θεόν, τὸν αὐτὸν ἀπαθῆ, αὐτὸν πατέρα τοῦ υἱοῦ, αὐτὸν υἱὸν καὶ πεπονθότα, ἴνα σώσῃ ἡμᾶς ἐν τῷ ἰδίῳ πάθει, καὶ οὐ δυνάμεθα ἄλλον λέγειν· δῆθεν ἀπὸ τοῦ ἐπιστάτου αὐτῶν μεμαθηκότες ταὐτην τὴν ὁμολογίαν καὶ τὴν πονηρὰν ταύτην ὑπόνοιαν καὶ λυμαντικὴν μαρίαν. Εἶτα ἄλλα ῥητὰ φέρουσιν εἰς σύστασιν ἑαυτῶν, ὡς ὁ αὐτῶν διδάσκαλος ἔλεγεν ὄτι »καὶ ὁ ἀπόστολος τούτοις μαρτυρεῖ τοῖς λόγοις φάσκων· ὦν οἱ πατέρες, ἐξὦν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὤν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν«. βούλονται δὲ διηγεῖσθαι μονοκώλως, τοῦτον τὸν τρόπον ὡς Θεόδοτος· ἐκεῖνος μὲν φύσει ἀκροτάτως ἄνθρωπον ψιλὸν διηγσάμενος, οὖτος δὲ πάλιν ἄλλην ἀκρότητα μονοτόπως, τὸν αὐτὸν πατέρα θεὸν καὶ υἱὸν καὶ ἄγιον πνεῦμα ἐν σαρκὶ πεπονθότα καὶ γεννηθέντα ἡγησάμενος. οὔτε οὖν ἐκεῖνοι οἱ ἀπὸ Θεοδότου τι ἐν ἀληθείᾳ ἔφασαν οὔτε οὖτος ὁ Νόητος καὶ οἱ ἀπ᾿ αὐτοῦ, ἀνόητος δὲ μᾶλλον τῇ δυνάμει, καθάπερ αἱ θεῖαι γραφαὶ ἀμφοτέρους καὶ πάντας τοὺς πεπλανημένους διελέγχουσι.