Ancient Greek
Κατὰ Νοητιανῶν λݲζݲ, τῆς δὲ ἀκολουθέας νݲςݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.5-4
Not analysed yet
πάλιν δὲ ἄλλῳ ῥητῷ κέχρηνται τούτῳ, ὡς λέγει »ἐκοπ[΄ιασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιὀπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ δοῦλοι ἔσονται καὶ πορεύσονται ὀπίσω σου δεδμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνἠσουσι καὶ ἐν σοὶ προσεύξονται, ὄτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ«.