Ancient Greek
Κατὰ Σηθιανῶν ιθ, τῆς δὲ ἀκολουθίας λݲθݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.7-4
Not analysed yet
προβαινόντων γὰρ τῶν καιρῶν, φασί, καὶ ὁμοῦ ὄντων τῶν δύο γενῶν, τοῦ τε Κάϊν καὶ τοῦ Ἄβελ, εἰς τὸ αὐτό >συνελθόντων διὰ κακίαν πολλὴν καὶ ὁμοῦ μιχθέντων, ἀποβλέψασα ἡ πάντων Μήτηρ καθαρὸν τὸ σπέρμα τῶν ἀνθρώπων ἠβουλήθη ἀπεργάσασθαι, ὡς προεῖπον, διὰ τὸ τὸν Ἄβελ ἀπεκτάνθαι, καὶ τοῦτον τὸν Σὴθ ἐξελέξατο καὶ καθαρὸν ἔδειξεν καὶ ἐν τούτῳ τὸ σπέρμα μόνῳ τῆς αὐτῆς συνάμεως καὶ καθαρότητος κατέθετο.