Ancient Greek
Κατὰ Σηθιανῶν ιθ, τῆς δὲ ἀκολουθίας λݲθݲ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.1-20
Not analysed yet
3. Ἰδοῦσα δὲ πόλιν πολλὴν ἐπιμιξίαν καὶ ἄτακτον ὁρμὴν τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, εἰς μῖξιν τῶν δύο γενῶν ἐλθόντων, καὶ συστάσεις τινὰς γενῶν τὴν αὐτῶν ἀταξίαν ἐμποιήσασαν, πορευθεῖσα πάλιν ἡ αὐτὴ Μήτηρ τε καὶ Θήλεια κατακλυσμὸν ἤνεγκε καὶ ἀπώλεσε πᾶσαν στάσιν ἀνθρώπου παντός >γένους ἐναντίου, ἵνα δῆθεν τὸ καθαρὸν γένος τὸ ἀπὸ τοῦ Σὴθ καὶ δίκαιον μόνον μείνῃ ἐν κόσμῳ, εἰς σύστασιν τοῦ ἄνωθεν γένους τε καὶ σπινθῆρος τῆς δικαιοσύνης.