Ancient Greek
Κατὰ Ὡριγένους τοῦ καὶ Ἀδαμαντίου μݲδݲ, τῆς δὲ ἀκολουθίας ξݲδݲ., Chapter 20
Epiphanius, Panarion (Adversus haereses) 20
Not analysed yet
20. Εἰσὶ γάρ, εἰσὶν οἵ λόγων τραγικῶς κεκοσμημένων προσβολαῖς, καθάπερ γυναῖκες ἔξωθεν ὡραϊζόμεναι πρὸς ἀπάτην ἐντέχνως, *ἐὰν μὴ τις πεφυλαγμένως αὐτοῖς τῶι ἔτι νεωτέρων προσβλέψῃ τῇ πίστει καὶ νηπτικῶνς. ὅθεν εὐλαβητέον πρὸ τοῦ καταμαθεῖν ἀσφαλῶς εἰς τὴν δαρδίαν εἰσδέξασθαι τὸν τοιοῦτον λόγον· καὶ γὰρ φθάνουσιν οἱ ἐξαπατῶντες πολλάκις τοὺς διστάζοντας, καθάπερ δὴ καὶ αἱ Σειρῆνες τοὺς φεύγοντας αὐτάς, μακρόθεν τὸ μισάνθρωπον τῇ καλλιφωνίᾳ. ἢ πῶς, ὦ Αὐξέντιε, ἔφην ἐγώ, <δοκεῖ >σοὶ ταῦτα τίθεσθαι; καὶ ὃς ἀπεκρίνατο· Οὕτως καθάπερ καὶ σοί. Οὐκοῦν πάντως τῶν ἑτεροδόξων τοὺς σοφιστὰς μιμητὰς εἰδώλων ἀληθείας εἶναι λέγωμεν, ἀλήθειαν μὴ γινώσκοντας, καθάπερ ζωγράφους; καὶ γὰρ οὗτοι μιμεῖσθαι μὲ ναυπηγοὺς καὶ πλοῖα καὶ κυβερνήτας ἐπιειροῦσι, ναυπηγεῖν καὶ κυβερνᾶν οὐ γινώσκοντες. οὐκοῦν ἀποξένοτες <εἱ >θέλεις τὰ χρώματα πείθωμεν αὐτῶν τὰ θαυμάζοντα τὰς τοιαύτας γραφὰς παιδία, ὅτι οὔτε τὸ πλοῖον τοῦτο πλοῖόν ἐστιν οὔτε ὁ κυβερνήτης κυβερνήτης, ἀλλὰ τοῖχος ἔξωθεν πρὸς τέρψιν χρώμασι κα γραφαῖς κεκοσμημένος καὶ ὅτι μιμηταὶ μὲν εἰδώλου πλοίου καὶ κυβερνήτου οἱ δημιουργήσαντές εἰσιν ἀπὸ τῶν χρωμάτων ταῦτα, καὶ οὐ πλοίου; Μακρὸν τῷ ἀκοῦσαι ποθοῦντι τὸ προοίμιον. Ἀλλ’ ὠφέλιμον. ἔφην, ὦ ἄριστε. τὰ γὰρ ἀπὸ τῶν θεοπνεύστωνν γραμμάτων ῥήματα, οἷς ἐπιχρωματίζοντες ποικίλλουσιν ἑαυτῶν πρὸς ἀπάτην οὗτοι τὴν δόξαν, δικαιοσύνην αὐθαδῶς καὶ ἀλήθειαν ὀνομάζοντες, οὐ γινώσκοντες ὅλως δικαιοσύνην, εἴ τις ἀφέλοιτο, πόσον οἴει γυμνωθέντας αὐτοὺς τῶν τοιούτων ὀνομάτων χλευασθήσεσθαι; Πάνυ πολύ, ἔφη. Πότερον οὖν, ὦ Αὐξέντιε, ἦν δὲ ἐγώ, σὺ βούλει ταύτης ἡγεμονεύειν Δίκαιος, ἔφη, σὺ ἡγεῖσθαι· σὺ γὰρ καὶ κτάρχεις τοῦ λόγου.